Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.258 Joseph. AJ 19.264 (English) >>Joseph. AJ 19.270

19.262Χαιρέας δὲ περὶ μὲν τοῦ θνήσκειν ἐνδοιαστὸν οὐδὲν φρονεῖν ἔλεγεν, βούλεσθαι μέντοι διακωδωνίζειν διάνοιαν τὴν Κλαυδίου. 19.263

Καὶ οἱ μὲν ἐν τοῖσδε ἦσαν. ἐπὶ δὲ τοῦ στρατοπέδου πανταχόθεν ὠθεῖτο κατὰ θεραπείαν. καὶ τῶν ὑπάτων ἕτερος Κόιντος Πομπώνιος διʼ αἰτίας ἦν τῷ στρατιωτικῷ μᾶλλον ὡς ἐπʼ ἐλευθερίᾳ τὴν σύγκλητον παρακαλῶν, ὥρμησάν τε σπασάμενοι τὰ ξίφη, κἂν ἐπέπρακτο αὐτοῖς μὴ Κλαυδίου διακεκωλυκότος. 19.264παρακαθίζεται δὲ αὐτῷ τὸν ὕπατον ἐξαρπάσας τοῦ κινδύνου, τῶν δὲ συγκλητικῶν ὅσον ἦν σὺν τῷ Κοΐντῳ οὐ μεθʼ ὁμοίας ἐδέχετο τιμῆς· τινὲς δὲ καὶ πληγὰς ἔλαβον αὐτῶν ἀνωθούμενοι τῆς πρὸς αὐτὸν ἐντεύξεως, Ἀπώνιος δὲ τραυματίας ἀνεχώρει, ἦν τε κίνδυνος περὶ πάντας αὐτούς. 19.265καὶ Ἀγρίππας βασιλεὺς προσελθὼν τῷ Κλαυδίῳ ἀξιοῖ τοῖς συγκλητικοῖς ἠπιώτερον καταστῆναι· γενομένου γάρ τινος κακοῦ περὶ τὴν βουλὴν οὐχ ἕξειν ὧν ἄρξειεν ἑτέρων. 19.266πείθεται δὲ Κλαύδιος καὶ συγκαλεῖ τὴν βουλὴν ἐπὶ τοῦ Παλατίου διὰ τῆς πόλεως φερόμενος παραπέμποντος αὐτὸν τοῦ στρατιωτικοῦ σὺν πολλῇ πάνυ κακώσει τῆς πληθύος. 19.267προεξῄεσαν δὲ τῶν Γαΐου σφαγέων εἰς τὸ φανερώτερον Χαιρέας καὶ Σαβῖνος εἰργόμενοι προόδων κατʼ ἐπιστολὰς Πολλίωνος, ὃν μικρῷ πρότερον Κλαύδιος στρατηγὸν ᾕρητο τῶν σωματοφυλάκων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.258 Joseph. AJ 19.264 (English) >>Joseph. AJ 19.270

Powered by PhiloLogic